Выбрать главу

32. ἐξευρόντες οὖν κᾀνταῦθα τὰς ὕλας, αἷς ἐν ποιότητι καὶ ποσότητι, καὶ καιρῷ, καὶ τρόπῳ τῆς χρήσεως προσφεροµέναις ἡ κένωσις γίνεται, κατ’ αὐτὸ τὸ µέρος τῆς τέχνης εὑρήσοµεν τὰ ὑγιεινά. καὶ γέγραπται πάντων ἡ εὕρεσις ἐν τῇ θεραπευ-τικῇ πραγµατείᾳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ ταῖς ἄλλαις δυσκρασίαις ταῖς τρισὶν, ἓν κοινὸν ἔχοντες παράγγελµα, τὸ ποιοῦν ἕκαστον ἐκκόπτειν πρότερον, εἶθ’ οὕτως ἥκειν ἐπὶ τὸ γεγονὸς ὑπ’ αὐτοῦ νόσηµα, τὴν τῶν ὑγιεινῶν αἰτίων εὕρεσιν ποιησόµεθα. κατὰ δὲ τὰς συνθέτους δυσκρασίας ἥ γ’ ἐκ τῶν ἁπλῶν σύνθεσις ἐνδείξεται τὰ ὑγιεινὰ παραγγέλµατα, κᾀνταῦθα ἐχόντων ἡµῶν ἀνάλογον φάρµακον τῷ µεγέθει τῆς δυσκρασίας, τὸ πρὸς ἐκείνην ἁρµόττον, ἐξευρίσκειν. οἷον, εἰ οὕτως ἔτυχεν, δέκα µὲν ἀριθµοῖς ἐπὶ τὸ θερµότερον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, ἑπτὰ δ’ ἐπὶ τὸ ξηρότερον. εἶναι δήπου χρὴ καὶ τὸ ὑγιεινὸν αἴτιον ἐπὶ ταῖς τοιαύταις διαθέσεσι δέκα µὲν ἀριθµοῖς ψυχρότερον, ἑπτὰ δὲ ὑγρότερον. εἰ µὲν οὖν αὐτῷ τῷ πεπονθότι µορίῳ προσάγοιτο τοιοῦτον φάρµακον, εἰς τοσοῦτον ἔστω ψυχρότερόν τε καὶ ὑγρότερον, εἰς ὅσον ἡ ἔνδειξις κελεύει. διὰ βάθους δὲ κειµένου τοῦ πεπονθότος, ἐπιτεχνᾶσθαι χρὴ τοιοῦτον ἐργάζεσθαι τὸ ὑγιεινὸν, ὡς µὴ φθάνειν ἐκλύεσθαι κατὰ τὴν ὁδόν. εἰ µὲν οὖν θερµότερον εἶναι δέοι τοῦ συµµέτρου, µὴ τοσοῦτον µόνον ἔστω θερµότερον, ὅσου δεῖται τὸ πάθος, ἀλλ’ ἐξ ἐπιµέτρου προσκείσθω τὸ διὰ τὴν θέσιν ἀναγκαῖον προσερχόµενον· εἰ δὲ ψυχρότερον, οὐχ ἁπλῶς χρὴ τοσοῦτον ποιεῖν αὐτὸ ψυχρότερον, ἀλλὰ καὶ τὴν ὕλην σκοπεῖσθαι πρότερον. εἰ µὲν γὰρ παχυµερές ἐστιν, οὐχ ὁδοιπορήσει µέχρι βάθους πολλοῦ· τοὐναντίον δὲ πᾶν ἐργάσεται πυκνῶσαν τὴν ἐπιφάνειαν. εἰ δὲ λεπτοµερὲς ὑπάρχει, δύναιτ’ ἂν ἐξικέσθαι µέχρι πλείονος βάθους. οὕτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων τὸ παχυµερὲς καὶ λεπτοµερὲς τῆς οὐσίας ἐπισκεπτέον. ἀπὸ µὲν δὴ τῆς θέσεως τοῦ πεπονθότος ἡ ἔνδειξις εὑρίσκει τὸ ὑγιεινὸν, ὡς εἴρηται νῦν. ἀπὸ δὲ τῆς διαπλάσεώς τε καὶ θέσεως, ὅταν ἐκροὰς αἰσθητὰς ἔχῃ συντετρηµένας εἰς ἕτερον, ἢ µηδεµίαν ἔχῃ. τὰς µὲν γὰρ εἰς τὰ κυριώτατα φερούσας ἐκροὰς ἀποτρέψοµεν, ἐρεθίσοµεν δὲ τὰς εἰς µὴ κυριώτατα. δῆλον δὲ, ὡς τῶν ποιούντων αἰτίων τὴν δυσκρασίαν ἡ διὰ τῆς κενώσεώς ἐστιν ἴασις. αὐτῶν γὰρ τῶν δυσκρασιῶν µόνον ἀλλοίωσις ἴασίς ἐστιν.

33. Λυθείσης δὲ τῆς συνεχείας, ὁ µὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ µὲν τῶν ὁργανικῶν µορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁµοιοµερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύµφυσιν ὀνοµάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν µεῖζον γένηται τὸ τραῦµα, προσαγωγὴ τῶν διεστώτων µορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γέ-νηται µόνιµος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιµοι. κολλᾷ µὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡµέτερον δ’ ἔργον ἓν πρῶτον µὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς µηδὲν ἐµπέσῃ τῶν χειλῶν µεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ µέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ µὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν µὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ µηδὲν ἔξωθεν ἐµπίπτειν ἐάσοµεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα µεταξὺ στᾶσα τῶν κολληθησοµένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ µετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῤῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήµατος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ µέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν µετρίως ξηραινόντων. αὕτη µὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει µορίῳ γεγενηµένης αὐτῆς καθ’ ἑαυτὴν µόνης. εἰ δ’ ἑτέρῳ τινὶ µιχθείη νοσήµατι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγµένων, ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦµεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.