Выбрать главу

34. Κάταγµα τοίνυν ἐστὶ µὲν τῆς ἐν ὀστῷ συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ, κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος µὲν οὖν σκοπὸς ἡ σύµφυσις οὐ δυναµένη διὰ σκληρότητα τοῦ µορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου δεσµοῦντος ἐν κύκλῳ τὸ κάταγµα. γένεσις δὲ τῷ πώρῳ, καθ’ ὅσον µὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν, ἐκ τῆς ἐκείνου τροφῆς. µαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν καὶ συµφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους γένεσις ἄνευ συµπλοκῆς, ὡς τὰ πολλὰ γὰρ οἱ παρακείµενοι µύες ἅµα τοῖς ἄλλοις σώµασι πάσχουσι, ῥηγνυµένων τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς, ἕτερος µὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀµφ’ αὐτὰ σώµασιν. ὁ µὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν µορίων ἐπιπεπλεγµέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγµάτων ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωµα πρὸς τὴν τοῦ πώρου γένεσιν ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωµα δὲ τοῦτο καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι σύµµετρον εἶναι χρὴ, διὰ τοῦτο ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷµα τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν, ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασι λέλεκται.

35. Νεύρου δὲ καὶ τένοντος νύγµα διά τε τὸ περιττὸν τῆς αἰσθήσεως, καὶ διότι συνεχές ἐστι πρὸς τὴν ἀρχὴν τὸ µόριον, ἕτοιµον ἐπικαλέσασθαι σπασµοὺς, καὶ µάλισθ’ ὅταν µηδὲν διαπνέηται πρὸς τὰ ἐκτὸς, τυφλωθείσης τῆς τοῦ δέρµατος τρώσεως. τοῦτο τοίνυν χρὴ ἀναστοµοῦν, καὶ ἀναξηραίνειν οὐσίᾳ λεπτοµερεῖ, διϊκνεῖσθαι δυναµένῃ πρὸς τὸ βάθος ἄχρι τοῦ τετρωµένου νεύρου. λέλεκται δὲ καὶ περὶ τούτου τελέως ἐν τοῖς τῆς θεραπευτικῆς µεθό δου γράµµασιν. ἐν µὲν οὖν δὴ ταῖς ἁπλαῖς τοῦδε τοῦ γένους διαθέσεσιν ἡ τῶν ὑγιεινῶν αἰτίων ἰδέα τοιάδε.

36. Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη µὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήµατος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ µὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει. λελεγµένοι δ’ εἰσὶν ὀλίγον ἔµπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ µὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγµάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὖν ἀναπληρωθῇ µὲν τὸ κοῖλον, ὁµαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συµβαίνει. µέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταµένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι µὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή. τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξοµεν, ὃ περιποιῆσαι τῷ µέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρµατι. τοῦτ’ οὖν ἡµῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅµοιόν τι δέρµατι. τὴν γοῦν σάρκα δερµατώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινοµένη τε ἅµα καὶ τυλουµένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρµάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾂν ῥύπος ἐπιτραφῇ, σκοπὸς µὲν ἀποῤῥύψαι· φάρµακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρµάκων ἡ ὕλη. καὶ µὲν δὴ καὶ εἰ φλεγµονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδηµα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρηµένων µεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωµένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήµατα. καὶ περὶ µὲν τούτων ἅλις.