ἐνταυθοῖ συναθροίζεσθαι, τό γε τῆς θέσεως µόνης αὔταρκες κωλῦσαι. κάτω µὲν γὰρ ἡ κύστις κεῖται, τοῖς δ’ ἀτµοῖς σύµφυτος ἡ πρὸς τὸ µετέωρον φορά, ὥστε πολὺ πρότερον ἂν ἔπλησαν ἅπαντα τὰ κατὰ τὸν θώρακά τε καὶ τὸν πνεύµονα, πρὶν ἐπὶ τὴν κύστιν ἀφικέσθαι. καίτοι τί θέσεως κύστεως καὶ περιτοναίου καὶ θώρακος µνηµονεύω; διεκπεσόντες γὰρ δήπου τούς τε τῆς κοιλίας καὶ τῶν ἐντέρων χιτῶνας οἱ ἀτµοὶ κατὰ τὴν µεταξὺ χώραν αὐτῶν τε τούτων καὶ τοῦ περιτοναίου συναθροισθήσονται καὶ ὑγρὸν ἐνταυθοῖ γενήσονται, ὥσπερ καὶ τοῖς ὑδερικοῖς ἐν τούτῳ τῷ χωρίῳ τὸ πλεῖστον ἀθροίζεται τοῦ ὕδατος, ἢ πάντως αὐτοὺς χρὴ φέρεσθαι πρόσω διὰ πάντων τῶν ὁπωσοῦν ὁµιλούντων καὶ µηδέποθ’ ἵστασθαι. ἀλλ’ εἰ καὶ τοῦτό τις ὑπόθοιτο, διεκπεσόντες ἂν οὕτως οὐ τὸ περιτόναιον µόνον ἀλλὰ καὶ τὸ ἐπιγάστριον, εἰς τὸ περιέχον σκεδασθεῖεν ἢ πάντως ἂν ὑπὸ τῷ δέρµατι συναθροισθεῖεν. ἀλλὰ καὶ πρὸς ταῦτ’ ἀντιλέγειν οἱ νῦν ᾿Ασκληπιάδειοι πειρῶνται, καίτοι πρὸς ἁπάντων ἀεὶ τῶν παρατυγχανόντων αὐτοῖς, ὅταν περὶ τούτων ἐρίζωσι, καταγελώµενοι. οὕτως ἄρα δυσαπότριπτόν τι κακόν ἐστιν ἡ περὶ τὰς αἱρέσεις φιλοτιµία καὶ δυσέκνιπτον ἐν τοῖς µάλιστα καὶ ψώρας ἁπάσης δυσιατότερον. τῶν γοῦν καθ’ ἡµᾶς τις σοφιστῶν τά τ’ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτηµένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόµενος ἐµοί ποθ’ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρηµένων, ὥστε καὶ θαυµάζειν ἔφασκεν ἐµοῦ τὰ σαφῶς φαινόµενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσηµέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐµπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαµόθεν µεθιείσας οὐδέν, ἀλλ’ ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ’ εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ µεγάλοι πόροι, πάντως ἄν, ἔφη, δι’ ἐκείνων, ὥσπερ εἰσῄει τὸ ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτ’ εἰπὼν ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ τῷ στόµατι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡµᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναµένους. οὕτως οὐ µόνον ὑγιὲς οὐδὲν ἴσασιν οἱ ταῖς αἱρέσεσι δουλεύοντες, ἀλλ’ οὐδὲ µαθεῖν ὑποµένουσι. δέον γὰρ ἀκοῦσαι τὴν αἰτίαν, δι’ ἣν εἰσιέναι µὲν δύναται διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν τὸ ὑγρόν, ἐξιέναι δ’ αὖθις ὀπίσω τὴν αὐτὴν ὁδὸν οὐκέθ’ οἷόν τε, καὶ θαυµάσαι τὴν τέχνην τῆς φύσεως, οὔτε µαθεῖν ἐθέλουσι καὶ λοιδοροῦνται προσέτι µάτην ὑπ’ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς γεγονέναι φάσκοντες. εἰσὶ δ’ οἳ καὶ δειχθῆναι παρόντων αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐµφυοµένους οὐρητῆρας ὑποµείναντες ἐτόλµησαν εἰπεῖν οἱ µέν, ὅτι µάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ’, ὅτι σπερµατικοί τινές εἰσι πόροι καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ εἰς τὸ κῦτος ἐµφύονται. δείξαντες οὖν ἡµεῖς αὐτοῖς τοὺς ὡς ἀληθῶς σπερµατικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων ἐµβάλλοντας εἰς τὸν τράχηλον, νῦν γοῦν, εἰ καὶ µὴ πρότερον, ᾠήθηµεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειληµµένων ἐπί τε τἀναντία µεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτ’ ἀντιλέγειν ἐτόλµων οὐδὲν εἶναι θαυµαστὸν εἰπόντες, ἐν ἐκείνοις µὲν ὡς ἂν στεγανωτέροις οὖσιν ἐπὶ πλέον ὑποµένειν τὸ σπέρµα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν ὡς ἂν ἱκανῶς ἀνευρυσµένους ἐκρεῖν διὰ ταχέων. ἡµεῖς οὖν ἠναγκάσθηµεν αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου, µόγις ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχήσειν ἐλπίζοντες. ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν κἄπειτ’ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῷον· οὐ γὰρ ἂν οὐρήσειεν ἔτι. µετὰ δὲ ταῦτα λύειν µὲν τοὺς ἔξωθεν δεσµούς, δεικνύναι δὲ κενὴν µὲν τὴν κύστιν, µεστοὺς δ’ ἱκανῶς καὶ διατεταµένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας ῥαγῆναι κἄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας ἐναργῶς ὁρᾶν ἤδη πληρουµένην οὔρου τὴν κύστιν. ἐπὶ δὲ τούτῳ φανέντι, πρὶν οὐρῆσαι τὸ ζῷον, βρόχον αὐτοῦ περιβαλεῖν χρὴ τῷ αἰδοίῳ κἄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν. οὐδὲ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι [ποτὲ] πρὸς τοὺς νεφρούς. κἀν τούτῳ δῆλον γίγνε-ται τὸ µὴ µόνον ἐπὶ τεθνεῶτος ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζῴου κωλύεσθαι µεταλαµβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν ἤδη τὸ ζῷον οὐρεῖν λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον, εἶτ’ αὖθις ἐπιβαλεῖν µὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συρρεῖν καί τινα διαλιπόντας χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ µὲν ἕτερος αὐτῶν ὁ δεδεµένος µεστὸς καὶ διατεταµένος κατὰ τὰ πρὸς τῶν νεφρῶν µέρη φαίνεται, ὁ δ’ ἕτερος ὁ λελυµένος αὐτὸς µὲν χαλαρός ἐστι, πεπλήρωκε δ’ οὔρου τὴν κύστιν. εἶτ’ αὖθις διατεµεῖν πρῶτον µὲν τὸν πλήρη καὶ δεῖξαι, πῶς ἐξακοντίζεται τὸ οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτοµίαις τὸ αἷµα, µετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεµεῖν κἄπειτ’ ἐπιδῆσαι τὸ ζῷον ἔξωθεν, ἀµφοτέρω διῃρηµένων, εἶθ’ ὅταν ἱκανῶς ἔχειν δοκῇ, λῦσαι τὸν δεσµόν. εὑρεθήσεται γὰρ ἡ µὲν κύστις κενή, πλῆρες δ’ οὔρου τὸ µεταξὺ τῶν ἐντέρων τε καὶ τοῦ περιτοναίου χωρίον ἅπαν, ὡς ἂν εἰ καὶ ὑδερικὸν ἦν τὸ ζῷον. ταῦτ’ οὖν εἴ τις αὐτὸς καθ’ ἑαυτὸν βουληθείη βασανίζειν ἐπὶ ζῴου, µεγάλως µοι δοκεῖ καταγνώσεσθαι τῆς ᾿Ασκληπιάδου προπετείας. εἰ δὲ δὴ καὶ τὴν αἰτίαν µάθοι, δι’ ἣν οὐδὲν ἐκ τῆς κύστεως εἰς τοὺς οὐρητῆρας ἀντεκρεῖ, πεισθῆναι ἄν µοι δοκεῖ καὶ διὰ τοῦδε τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως. ῾Ιπποκράτης µὲν οὖν ὧν ἴσµεν ἰατρῶν τε καὶ φιλοσόφων πρῶτος ἁπάντων, ὡς ἂν καὶ πρῶτος [ἀκριβῶς] ἐπιγνοὺς τὰ τῆς φύσεως ἔργα, θαυµάζει τε καὶ διὰ παντὸς αὐτὴν ὑµνεῖ δικαίαν ὀνοµάζων καὶ µόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζῴοις φησίν, αὐτὴν ἐξ αὑτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ δέοντα· τοιαύτην δ’ οὖσαν αὐτὴν εὐθέως καὶ δυνάµεις ὑπέλαβεν ἔχειν ἑλκτικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων καὶ τρέφειν τε καὶ αὔξειν αὐτὴν τὰ ζῷα καὶ κρίνειν τὰ νοσήµατα· καὶ διὰ τοῦτ’ ἐν τοῖς σώµασιν ἡµῶν σύµπνοιάν τε µίαν εἶναί φησι καὶ σύρροιαν καὶ πάντα συµπαθέα. κατὰ δὲ τὸν᾿Ασκληπιάδην οὐδὲν οὐδενὶ συµπαθές ἐστι φύσει, διῃρηµένης τε καὶ κατατεθραυσµένης εἰς ἄναρµα στοιχεῖα καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης οὖν ἄλλα τε µυρία τοῖς ἐναργῶς φαινοµένοις ἐναντίως ἀπεφήνατο καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν δύναµιν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. ἐπὶ µὲν οὖν τῆς ἐξαιµατώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ τινα ψυχρὰν ἀδολεσχίαν· εἰς δὲ τὴν τῶν περιττωµάτων κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν οὐκ ὤκνησεν ὁµόσε χωρῆσαι τοῖς φαινοµένοις, ἐπὶ µὲν τῆς τῶν οὔρων διακρίσεως ἀποστερήσας µὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν ὑποθέµενος· τοῦτο γὰρ ἦν δηλαδὴ µέγα καὶ σεµνὸν ἀπιστήσαντα τοῖς φαινοµένοις πιστεῦσαι τοῖς ἀδήλοις· ἐπὶ δὲ τῆς ξανθῆς χολῆς ἔτι µεῖζον αὐτῷ καὶ νεανικώτερόν ἐστι τὸ τόλµηµα· γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις ἀγγείοις, οὐ διακρίνεσθαι λέγει. πῶς οὖν τοῖς ἰκτερικοῖς ἅµ’ ἄµφω συµπίπτει, τὰ µὲν διαχωρήµατα µηδὲν ὅλως ἐν αὑτοῖς ἔχοντα χολῆς, ἀνάπλεων δ’ αὐτοῖς γιγνόµενον ὅλον τὸ σῶµα; ληρεῖν πάλιν ἐνταῦθ’ ἀναγκάζεται τοῖς ἐπὶ τῶν οὔρων εἰρηµένοις παραπλησίως. ληρεῖ δ’ οὐδὲν ἧττον καὶ περὶ τῆς µελαίνης χολῆς καὶ τοῦ σπληνὸς οὔτε τί ποθ’ ὑφ’ ῾Ιπποκράτους εἴρηται συνιεὶς ἀντιλέγειν τ’ ἐπιχειρῶν οἷς οὐκ οἶδεν ἐµπλήκτῳ τινὶ καὶ µανικῷ στόµατι. τί δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογµάτων εἰς τὰς θεραπείας ἐκτήσατο; µήτε νεφριτικόν τι νόσηµα δύνασθαι θεραπεῦσαι µήτ’ ἰκτερικὸν µήτε µελαγχολικόν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν ἀνθρώποις οὐχ ῾Ιπποκράτει µόνον ὁµολογουµένου τοῦ καθαίρειν τῶν φαρµάκων ἔνια µὲν τὴν ξανθὴν χολήν, ἔνια δὲ τὴν µέλαιναν, ἄλλα δέ τινα φλέγµα καί τινα τὸ λεπτὸν καὶ ὑδατῶδες περίττωµα, µηδὲ περὶ τούτων συγχωρεῖν, ἀλλ’ ὑπ’ αὐτῶν [γε] τῶν φαρµάκων γίγνεσθαι λέγειν τοιοῦτον ἕκαστον τῶν κενουµένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων πόρων τὴν χολήν· καὶ µηδὲν διαφέρειν κατὰ τὸν θαυµαστὸν ᾿Ασκληπιάδην ἢ ὑδραγωγὸν διδόναι τοῖς ὑδεριῶσιν ἢ χολαγωγὸν φάρµακον· ἅπαντα γὰρ ὁµοίως κενοῦν καὶ συντήκειν τὸ σῶµα καὶ τὸ σύντηγµα τοιόνδε τι φαίνε-σθαι ποιεῖν, µὴ πρότερον ὑπάρχον τοιοῦτον. ἆρ’ οὖν οὐ µαίνεσθαι νοµιστέον αὐτὸν ἢ παντάπασιν ἄπειρον εἶναι τῶν ἔργων τῆς τέχνης; τίς γὰρ οὐκ οἶδεν, ὡς εἰ µὲν φλέγµατος ἀγωγὸν δοθείη φάρµακον τοῖς ἰκτεριῶσιν, οὐκ ἂν οὐδὲ τέτταρας κυάθους καθαρθεῖεν· οὕτω δ’ οὐδ’ εἰ τῶν ὑδραγωγῶν τι· χολαγωγῷ δὲ φαρµάκῳ πλεῖστον µὲν ἐκκενοῦται χολῆς, αὐτίκα δὲ καθαρὸς τοῖς οὕτω καθαρθεῖσιν ὁ χρὼς γίγνεται. πολλοὺς γοῦν ἡµεῖς µετὰ τὸ θεραπεῦσαι τὴν ἐν τῷ ἥπατι διάθεσιν ἅπαξ καθήραντες ἀπηλλάξαµεν τοῦ παθήµατος. οὐ µὴν οὐδ’ εἰ φλέγµατος ἀγωγῷ καθαίροις φαρµάκῳ, πλέον ἄν τι διαπράξαιο. καὶ ταῦτ’ οὐχ ῾Ιπποκράτης µὲν οὕτως οἶδε γιγνόµενα, τοῖς δ’ ἀπὸ τῆς ἐµπειρίας µόνης ὁρµωµένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κἀκείνοις ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς µέλει τῶν ἔργων τῆς τέχνης, οὕτω δοκεῖ πλὴν ᾿Ασκληπιάδου. π