Выбрать главу
ν γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, µηδὲν εἶναι χρήσιµον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅµα τῷ αἵµατι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναµένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαµαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιµωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν. ἡδέως δ’ ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόµην τοὺς ὁµιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώµαθ’ ἡµῶν ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς ᾿Αριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερµὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα µὲν θερµότερα φύσει, ταῦτα πάντως ἔναιµα, τὰ δ’ ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιµα καὶ διὰ τοῦτο τοῦ χειµῶνος ἀργὰ καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵµατος οὐκ ᾿Αριστοτέλει µόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡµεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, οὐ τὰ καλῶς ἀποδεδειγµένα τοῖς παλαιοῖς λέγειν προὐθέµεθα, µήτε τῇ γνώµῃ µήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάµενοι· τὰ δ’ ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρηµένα διὰ τὸ µηδ’ ὑπονοῆσαι µοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειµµένα τελέως ὑπ’ ἐκείνων ἀξιοῦµεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι. περὶ δὲ τῆς τῶν χυµῶν γενέσεως οὐκ οἶδ’, εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν ῾Ιπποκράτης εἶπε καὶ ᾿Αριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιµος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουµένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐµφύτου θερµασίας αἷµα µὲν ὑπὸ τῆς συµµετρίας τῆς κατ’ αὐτήν, οἱ δ’ ἄλλοι χυµοὶ διὰ τὰς ἀµετρίας γιγνόµενοι· καὶ τούτῳ τῷ λόγῳ πάνθ’ ὁµολογεῖ τὰ φαινόµενα. καὶ γὰρ τῶν ἐδεσµάτων ὅσα µέν ἐστι θερµότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγµατικώτερα· καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστεραι µὲν αἱ θερµότεραι φύσει, φλεγµατωδέστεραι δ’ αἱ ψυχρότεραι· καὶ τῶν ἐπιτηδευµάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ µὲν ψυχρότεραι φλεγµατωδέστεραι, χολωδέστεραι δ’ αἱ θερµότεραι· καὶ νοσηµάτων τὰ µὲν ψυχρὰ τοῦ φλέγµατος ἔκγονα, τὰ δὲ θερµὰ τῆς ξανθῆς χολῆς· καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ µὴ τούτῳ τῷ λόγῳ µαρτυρεῖ. πῶς δ’ οὐ µέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν µορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐµποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ µόρια. καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήµατα τέτταρα τὸν ἀριθµὸν ὑπάρχει θερµότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ ᾿Ερασίστρατος ὁµολογεῖ καίτοι µὴ βουλόµενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, µὴ διότι τῆς ἐµφύτου θερµασίας ἡ συµµετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν ὑπελάµβανον, ἀλλ’ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁµοίως δύναται βεβλαµµένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται. γενοµένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσµατι, πρὶν µὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθ’ ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐµποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας· εἰ δὲ πυρέξειεν, εὐθὺς µὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαµὲν ὀρθῶς λέγοντες. ἀλλ’ ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι χρὴ τῷ λόγῳ. τὸ µὲν γὰρ ἕλκος οὐχ οἷόν τ’ ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδ’ ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ µὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερµασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερµασίας πλεονεξία. ἀλλ’ ἡ µὲν τῆς κινήσεως ἀλλοίωσις οὐ µόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατ’ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐµπῖπτον πνεῦµα. διὰ λοιπὴν οὖν ἔτι καὶ µόνην τὴν ἄµετρον θερµασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ µὲν γὰρ πνεῦµα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐµπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ µὲν µᾶλλον πέψει τὰ διὰ τὸ πνεῦµα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δ’ ἔτι τὴν παρὰ φύσιν θερµασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύµατι φάναι τιν’ ὑπάρχειν ἰδιότητα, καθ’ ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθ’ ἕτερον τρόπον ἐστὶν ὁµολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦµα, µόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερµασίαν καὶ µάλιστ’ ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατ’ οὐδὲν τοῦτο τῷ βουβῶνι. καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύµατος ἰδιότης µέγα δύναται, µνηµονεύω, παρὸν ἐπ’ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀµυδρόν τι καὶ µικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλ’ ὅτι µὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁµολογεῖ καὶ αὐτὸς καὶ τήν γ’ αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ µὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερµασίας. ἀλλ’ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερµασία µὴ κατά τι συµβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναµιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσηµάτων· καὶ µὴν οὐκ ἐνδέχεται τῶν πρώτων µὲν εἶναι νοσηµάτων τὴν ἀµετρίαν τῆς θερµασίας, τὴν δ’ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας µὴ γίγνεσθαι. οὐδὲ γὰρ δι’ ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσηµάτων ἀλλ’ ἢ διὰ τὴν εὐκρασίαν διαφθειροµένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειροµένης γίγνεσθαι. ὅτι µὲν οὖν καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον ἡ εὐκρασία τοῦ θερµοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναµένοις ἱκανῶς ἀποδεδεῖχθαι νοµίζω. τούτου δ’ ὑπάρχοντος ἡµῖν οὐδὲν ἔτι χαλεπὸν ἐφ’ ἑκάστης ἐνεργείας τῇ µὲν εὐκρασίᾳ τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθ’ οὕτως ἔχει, τὸ µὲν αἷµα τῆς συµµέτρου θερµασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀµέτρου νοµιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡµῖν ἔν τε ταῖς θερ-µαῖς ἡλικίαις καὶ τοῖς θερµοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερµαῖς καὶ ταῖς θερµαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερµαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύµασί τε καὶ τοῖς διαιτήµασι καὶ τοῖς νοσήµασι τοῖς θερµοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνοµένη. τὸ δ’ ἀπορεῖν, εἴτ’ ἐν τοῖς σώµασι τῶν ἀνθρώπων ὁ χυµὸς οὗτος ἔχει τὴν γένεσιν εἴτ’ ἐν τοῖς σιτίοις περιέχεται, µηδ’ ὅτι τοῖς ὑγιαίνουσιν ἀµέµπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγµάτων ἀναγκασθέντες, [ἐφ’ ὧν] πικρὸν µὲν τὸ στόµα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δ’ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλ’ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσµον ἐληλυθότος καὶ µήπω τὰ κατ’ αὐτὸν φαινόµενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψοµένων ἐπὶ πλέον ἁλυκώτερον µὲν τὸ πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ µέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα µὴ φύσει θερµά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτ’ ἐκ φύσεως ὑπάρχει τῷ µέλιτι. διὰ τοῦτ’ οὖν ἑψόµενον οὐ γίγνεται γλυκύτερον· ὅσον γὰρ ἐχρῆν εἶναι θερµότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν τοῖς ἐλλιπῶς θερµοῖς ἦν ὠφέλιµον, τοῦτ’ ἐκείνῳ βλάβη τε καὶ ἀµετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόµενον ἀποδείκνυται πικρόν. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερµοῖς φύσει καὶ τοῖς ἀκµάζουσιν εἰς χολὴν ἑτοίµως µεταβάλλεται. θερµῷ γὰρ θερµὸν πλησιάζον εἰς ἀµετρίαν κράσεως ἑτοίµως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόµενον, οὐχ αἷµα. δεῖται τοίνυν ψυχρᾶς µὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δ’ ἡλικίας, ἵν’ εἰς αἵµατος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν ῾Ιπποκράτης τοῖς φύσει πικροχόλοις µὴ προσφέρειν τὸ µέλι, ὡς ἂν θερµοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήµασι τοῖς πικροχόλοις πολέµιον εἶναι τὸ µέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ µὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναµιν ἐνδειξαµένης εὑρόντες, οἱ δ’ ἐκ τῆς πείρας µόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐµπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόµενον, ἀλλὰ χρηστὸν µὲν γέροντι, νέῳ δ’ οὐ χρηστόν, καὶ τῷ µὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιµον δὲ τῷ φλεγµατώδει· καὶ τῶν νοσηµάτων ὡσαύτως τοῖς µὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγµατώδεσι φίλιον· ἑνὶ δὲ λόγῳ τοῖς µὲν θερµοῖς σώµασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ δι’ ἡλικίαν ἢ δι’ ὥραν ἢ διὰ χώραν ἢ δι’ ἐπιτήδευµα χολῆς γεννητικόν, α