Выбрать главу

Ἀλληλούϊα. Ἦχος α΄

Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου.

Στίχ. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων.

ΤΡΙΤΗ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Προκείμενον. Ἦχος γ΄

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 2:14-21

Ἐν ταῖς ἡμέραις ἐκείναις, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες͵ τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας͵ ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ͵ Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός͵ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν͵ καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται͵ καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου͵ καὶ προφητεύσουσι. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω͵ αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Ἀλληλούϊα. Ἦχος πλ. δ΄

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν

ΤΕΤΑΡΤΗ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Προκείμενον. Ἦχος πλ. β΄

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ

Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 2:22-38

Ἐν ταῖς ἡμέραις ἐκείναις, εἶπε Πέτρος πρὸς τὸν λαὸν· Ἄνδρες Ἰσραηλῖται͵ ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον͵ ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι΄ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν͵ καθὼς αὐτοὶ οἴδατε͵ τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλατε͵ ὃν ὁ Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου͵ καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ΄ αὐτοῦ· Δαυῒδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός͵ ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου͵ ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ΄ ἐλπίδι· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην͵ οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς͵ πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ἄνδρες ἀδελφοί͵ ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυΐδ͵ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· προφήτης οὖν ὑπάρχων͵ καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ͵ προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός͵ οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ τοῦ ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ Δαυῒδ ἀνέβη εἰς τοὺς οὐρανούς͵ λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεός ἐποίησε͵ τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ͵ εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσωμεν͵ ἄνδρες ἀδελφοί; Πέτρος δὲ ἔφη πρὸς αὐτούς· Μετανοήσατε͵ καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ.

Ἀλληλούϊα. Ἦχος γ΄

Μεγαλύνει ἡ ψυχή μου ταὸν Κύριον καὶ ἠγαλλίασε τὸ Πνεῦμά μου.

ΠΕΜΠΤΗ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Προκείμενον. Ἦχος γ΄

Ψάλατε τῷ Θεῷ ἡμῶν ψάλατε.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας