Выбрать главу
ναί φασι γεννητικὴν καὶ δι’ αὐτό γε τοῦτο καὶ τὸ αἷµα θερµὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάµει χυµόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερµὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι µάλισθ’ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατὰ φαντασίαν ὑγρὸν τοῦ κατὰ δύναµιν. ἢ τίς οὐκ οἶδεν, ὡς ἅλµη µὲν καὶ θάλαττα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα διαφυλάττει, τὸ δ’ ἄλλο πᾶν ὕδωρ τὸ πότιµον ἑτοίµως διαφθείρει τε καὶ σήπει; τίς δ’ οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς ἐν τῇ γαστρὶ περιεχοµένης πολλῆς ἀπαύστῳ δίψει συνεχόµεθα καὶ ὡς ἐµέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόµεθα µᾶλλον ἢ εἰ πάµπολυ ποτὸν προσηράµεθα; θερµὸς οὖν εὐλόγως ὁ χυµὸς οὗτος εἴρηται καὶ ξηρὸς κατὰ δύναµιν, ὥσπερ γε καὶ τὸ φλέγµα ψυχρὸν καὶ ὑγρόν. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις ῾Ιπποκράτει τε καὶ τοῖς ἄλλοις εἴρηνται παλαιοῖς. Πρόδικος δ’ ἐν τῷ περὶ φύσεως ἀνθρώπου γράµµατι τὸ συγκε-καυµένον καὶ οἷον ὑπερωπτηµένον ἐν τοῖς χυµοῖς ὀνοµάζων φλέγµα παρὰ τὸ πεφλέχθαι τῇ λέξει µὲν ἑτέρως χρῆται, φυλάττει µέντοι τὸ πρᾶγµα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ’ ἐν τοῖς ὀνόµασι τἀνδρὸς τούτου καινοτοµίαν ἱκανῶς ἐνδείκνυται καὶ Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνοµαζόµενον φλέγµα τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνοµάζει Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυµός ἐστιν οὗτος καὶ πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὁπωσδήποτε ψυγεῖσιν ἀθροίζεται καὶ οὐδεὶς οὐδὲ µαινόµενος ἂν ἄλλο τι ἢ ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν. ἆρ’ οὖν θερµὸς µέν τίς ἐστι καὶ ὑγρὸς χυµὸς καὶ θερµὸς καὶ ξηρὸς ἕτερος καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δ’ ἐστὶ ψυχρὸς καὶ ξηρὸς τὴν δύναµιν, ἀλλ’ ἡ τετάρτη συζυγία τῶν κράσεων ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα µόνοις τοῖς χυµοῖς οὐχ ὑπάρχει; καὶ µὴν ἥ γε µέλαινα χολὴ τοιοῦτός ἐστι χυµός, ὃν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν τῶν µὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ µάλιστα, τῶν δ’ ἡλικιῶν ἐν ταῖς µετὰ τὴν ἀκµήν. οὕτω δὲ καὶ διαιτήµατα καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν· οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ µόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νοµίζουσιν ἀλλ’ ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι. ηὐξάµην οὖν κἀνταῦθ’ ἐρωτῆσαι δύνασθαι τὸν ᾿Ερασίστρατον, εἰ µηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδηµιούργησε καθαρτικὸν τοῦ τοιούτου χυµοῦ, ἀλλὰ τῶν µὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ σµικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυµὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναµεµιγµένος τῷ αἵµατι. καίτοι “δυσεντερίη”, φησί που ῾Ιπποκράτης, “ἢν ἀπὸ χολῆς µελαίνης ἄρξηται, θανάσιµον”, οὐ µὴν ἥ γ’ ἀπὸ τῆς ξανθῆς χολῆς ἀρχοµένη πάντως ὀλέθριος, ἀλλ’ οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριµυτέρα τὴν δύναµιν ἡ µέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ’ οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ ῾Ιπποκράτους γραµµάτων ὁ ᾿Ερασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵν’ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυµῶν ἐπίσκεψιν, ἢ γιγνώσκει µέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν µηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι µηδ’ ἀσχηµονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον µάτην ἡγούµενον κατεσκευάσθαι. καὶ µὴν οὐχ ῾Ιπποκράτης µόνον ἢ Πλάτων, οὐδέν τι χείρους ᾿Ερασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷµα καὶ τοῦτ’ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ µυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάµενος ὑπερφρονεῖν ὁ γενναῖος ᾿Ερασίστρατος οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως τῆς δόξης αὐτῶν ἐµνηµόνευσε. καὶ µὴν ὅσοις γε τὸ σῶµα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν ῾Ιπποκράτης, καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁρµώµενοι πάντες ὁµολογοῦσιν ἰατροί. καὶ ὅσοις γ’ αὖ µέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυµα τὰ σώµατα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁµολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι µελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ µέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν µελαγχολικὸν χυµόν, ἀκάθαρτον µὲν τὸ αἷµα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶµα. πότε δ’ ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείµενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος µελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναµιν ἔχοντι σύµφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ µελάντερον γίγνεσθαι τὸ αἷµα. ταῦτ’ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσηµάτων καὶ τὰς ἰάσεις µεγίστην παρεχόµενα χρείαν ὑπερεπήδησε τελέως ὁ ᾿Ερασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ µηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ’ ἀεὶ φιλοτίµως ἀντιλέγων ταῖς ἠλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ’ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ’ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ µηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ’ ἡµεῖς γε πρῶτον µὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερµοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ’ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινοµένων κατὰ τὸ σῶµα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυµὸν ἀπεδείξαµεν. ἑξῆς δ’, ὅτι καὶ µελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι µάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγµένων ἀναµνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόµεθα. τί δ’ ἂν εἴη λεῖπον ἄλλο γ’ ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυµῶν γένεσιν οἱ παλαιοὶ συµβαίνειν. ἐναργέστερον δ’ ἂν γνωσθείη διὰ παραδείγµατος. οἶνον δή µοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιµµένον ζέοντά τε καὶ ἀλλοιούµενον ὑπὸ τῆς ἐν αὐτῷ θερµασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ µεταβολὴν δύο γεννώµενα περιττώµατα τὸ µὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ µὲν ἄνθος, οἶµαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ µὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δ’ ἑτέρῳ τὴν µέλαιναν εἰκάζων οὐκ ἂν ἁµάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυµῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ µὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνοµάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁµοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δ’ αὖ µέλαινα κακοηθεστέρα µὲν πολὺ καὶ αὕτη τῆς κατὰ φύσιν· ὄνοµα δ’ οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυµῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριµὺς ὁµοίως ὄξει γίγνεται καὶ ξύει γε τὸ σῶµα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατ’ αὐτῆς ἐκχυθείη, καί τινα µετὰ ποµφολύγων οἷον ζύµωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυµῷ τῷ µέλανι. καί µοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ µὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυµοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω µέλανα καλεῖν χυµόν, οὐ µέλαιναν χολήν, τὸ δ’ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν µεθιστάµενον ποιότητα µέλαιναν ὀνοµάζειν χολήν. ἀλλὰ περὶ µὲν τῶν ὀνοµάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δ’ ἀληθὲς ὧδ’ ἔχον εἰδέναι. κατὰ τὴν τοῦ αἵµατος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐµφερόµενον τῇ τροφῇ µὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐµφύτου θερµασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δ’ ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δ’ ἂν τοῦτο τὸ θερµότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε µέλι καὶ ἡ πιµελή, ξανθὴ γενόµενον χολὴ διὰ τῶν χοληδόχων ὀνοµαζοµένων ἀγγείων ἐκκαθαίρεται. λεπτὸν δ’ ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν ὠῶν ὅµοιον λεκίθοις. τοῦτο µὲν γὰρ ἤδη παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρηµένον κατὰ φύσιν ἐστίν· ὥσπερ γε καὶ τοῦ µέλανος χυµοῦ τὸ µὲν µήπω τὴν οἷον ζέσιν τε καὶ ζύµωσιν τῆς γῆς ἐργαζόµενον κατὰ φύσιν ἐστί, τὸ δ’ εἰς τοιαύτην µεθιστάµενον ἰδέαν τε καὶ δύναµιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερµοῦ προσειληφὸς δριµύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυµένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερµὸν γάρ τι χρῆµα αὕτη γ’ ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δ’ ἑτέρᾳ τῇ µήπω κεκαυµένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωµένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουµένῃ κεραµίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θ’ ἅµα καὶ ψύχειν πέφυκεν. εἰς τὴν τῆς οὕτω συγκαυθείσης µελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη µεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθ’ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερµασίᾳ. τὰ δ’ ἄλλα τῶν χολῶν εἴδη σύµπαντα τὰ µὲν ἐκ τῆς τῶν εἰρηµένων κράσεως γίγνεται, τὰ δ’ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα µεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς µὲν ἀκράτους εἶναι καὶ µόνας, τὰ δ’ οἷον ὀρροῖς τισιν ἐξυγρασµένας. ἀλλ’ οἱ µὲν ὀρροὶ τῶν χυµῶν ἅπαντες περιττώµατα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶµα. τῶν δ’ εἰρηµένων χυµῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθα
полную версию книги