ὰρ δι’ ἄλλο τί γ’ ἦν αὐτῇ τὸ τεχνικῇ τ’ εἶναι καὶ τοῦ ζῴου διασωστικῇ καὶ τῶν νοσηµάτων κριτικῇ παρὰ τὸ προσίεσθαι µὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον. ἀλλ’ ᾿Ασκληπιάδης κἀνταῦθα τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς αἷς ὑπέθετο συνεῖδεν, οὐ µὴν τήν γε πρὸς τὸ φαινόµενον ἐναργῶς ᾐδέσθη µάχην, ἀλλ’ ὁµόσε χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς µόνον ἀλλ’ ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις οὔτε κρίσιν εἶναί τινα λέγων οὔθ’ ἡµέραν κρίσιµον οὔθ’ ὅλως οὐδὲν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πραγµατεύσασθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ µὲν ἀκόλουθον φυλάττειν βούλεται, τὸ δ’ ἐναργῶς φαινόµενον ἀνατρέπειν ἔµπαλιν ᾿Επικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόµενον αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόµενα σµικρὰ σώµατα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι µορίοις τοῦ σιδήρου κἄπειτα διὰ τῆς περιπλοκῆς ταύτης µηδαµοῦ φαινοµένης ἐπισπᾶσθαι βαρεῖαν οὕτως οὐσίαν οὐκ οἶδ’ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ εἰ τοῦτο συγχωρήσοµεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερον προστεθέν τι συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι προσίεται. τί γὰρ ἐροῦµεν; ἢ δηλαδὴ τῶν ἀπορρεόντων τῆς λίθου µορίων ἔνια µὲν προσκρούσαντα τῷ σιδήρῳ πάλιν ἀποπάλλεσθαι καὶ ταῦτα µὲν εἶναι, δι’ ὧν κρεµάννυσθαι συµβαίνει τὸν σίδηρον, τὰ δ’ εἰς αὐτὸν εἰσδυόµενα διὰ τῶν κενῶν πόρων διεξέρχεσθαι τάχιστα κἄπειτα τῷ παρακειµένῳ σιδήρῳ προσκρούοντα µήτ’ ἐκεῖνον διαδῦναι δύνασθαι, καίτοι τόν γε πρῶτον διαδύντα, παλινδροµοῦντα δ’ αὖθις ἐπὶ τὸν πρότερον ἑτέρας αὖθις ἐργάζεσθαι ταῖς προτέραις ὁµοίας περιπλοκάς; ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου µὲν µόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου δ’ εἰς τἆλλα τῆς δυνάµεως διαδοθείσης· καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ µὲν τῷ κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ συνάπτεται καὶ κρέµαται τὸ προσενεχθέν· εἰ δ’ ἄλλῳ τινὶ µέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ ὁµοίως ἡ τῆς λίθου διαδίδοται δύναµις, εἰ µόνον ἅψαιτο κατά τι τοῦ πρώτου γραφείου. καὶ µέντοι κἀκ τούτου πάλιν εἰς τὸ δεύτερον ὅλον ἡ δύναµις ἅµα νοήµατι διαρρεῖ κἀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις σµικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεµαµένην, εἶτ’ ἐν κύκλῳ ψαύοντα πάµπολλα σιδήρια κἀκείνων πάλιν ἕτερα κἀκείνων ἄλλα καὶ τοῦτ’ ἄχρι πλείονος, ἅπαντα δήπου πίµπλασθαι δεῖ τὰ σιδήρια τῶν ἀπορρεόντων τῆς λίθου σωµάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σµικρὸν ἐκεῖνο λιθίδιον εἰς τὰς ἀπορροὰς διαλυθέν. καίτοι, κἂν εἰ µηδὲν παρακέοιτ’ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, µάλιστ’ εἰ καὶ θερµὸς ὑπάρχοι. ναί, φησί, σµικρὰ γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐµφεροµένων τῷ ἀέρι ψηγµάτων τούτων δὴ τῶν σµικροτάτων ἐκείνων ἔνια µυριοστὸν εἶναι µέρος. εἶτ’ ἐξ οὕτω σµικρῶν τολµᾶτε λέγειν κρεµάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν µυριοστόν ἐστι µέρος τῶν ἐν τῷ ἀέρι φεροµένων ψηγµάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστροειδές, ᾧ περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δήπου τοῦτο σµικρότατόν ἐστιν ὅλου τοῦ ψήγµατος. εἶτα µικρὸν µικρῷ, κινούµενον κινουµένῳ περιπλακὲν οὐκ εὐθὺς ἀποπάλλεται. καὶ γὰρ δὴ καὶ ἄλλ’ ἄττα πάντως αὐτοῖς, τὰ µὲν ἄνωθεν, τὰ δὲ κάτωθεν, καὶ τὰ µὲν ἔµπροσθεν, τὰ δ’ ὄπισθεν, τὰ δ’ ἐκ τῶν δεξιῶν, τὰ δ’ ἐκ τῶν ἀριστερῶν ἐκρηγνύµενα σείει τε καὶ βράττει καὶ µένειν οὐκ ἐᾷ. καὶ µέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν σµικρῶν σωµάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι’ ἑνὸς µὲν γὰρ ἀλλήλοις συνάπτεται, δι’ ἑτέρου δ’ ἑνὸς τοῦ µὲν ὑπερκειµένου τῇ λίθῳ, τοῦ δ’ ὑποκειµένου τῷ σιδήρῳ. εἰ γὰρ ἄνω µὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ σιδήρῳ µὴ συµπλακείη, πλέον οὐδέν. ὥστε τοῦ µὲν ὑπερκειµένου τὸ ἄνω µέρος ἐκκρέµασθαι χρὴ τῆς λίθου, τοῦ δ’ ὑποκειµένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ µέµνησό µοι πρὸ πάντων, ὅπως ὄντα σµικρὰ τὰς τοιαύτας καὶ τοσαύτας ἀποφύσεις ἔχει. καὶ τούτου µᾶλλον ἔτι [µέµνησο], πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅµα µὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σµικρὰ καὶ ληρώδη ψήγµατα, ἅµα δ’ ἀποπάλλεσθαι τοῦ µετ’ αὐτὸ τεταγµένου, καίτοι κατὰ πᾶν ὁµοίου τὴν φύσιν ὑπάρχοντος. οὐδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἄτολµος, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, µακρῷ τῶν ἔµπροσθεν ἀναισχυντοτέρα, πέντε σιδηρίων ὁµοίων ἀλλήλοις ἐφεξῆς τεταγµένων διὰ τοῦ πρώτου διαδυόµενα ῥᾳδίως τῆς λίθου τὰ µόρια κατὰ τὸ δεύτερον ἀποπάλλεσθαι καὶ µὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἑτοίµως διεξέρχεσθαι. καὶ µὴν ἑκατέρως ἄτοπον. εἰ µὲν γὰρ ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὠκέως διεξέρχεται; εἰ δ’ οὐκ ἀποπάλλεται, πῶς κρεµάννυται τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς ὑπέθετο δηµιουργὸν τῆς ὁλκῆς. ἀλλ’, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐµπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντοµον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλοµαι. τοῖς [γὰρ] ᾿Ασκληπιάδου γράµµασιν εἴ τις ἐπιµελῶς ὁµιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογµάτων ἀκριβῶς ἂν ἐκµάθοι καὶ τὴν πρὸς τὰ φαινόµενα µάχην. ὁ µὲν οὖν ᾿Επίκουρος τὰ φαινόµενα φυλάττειν βουλόµενος ἀσχηµονεῖ φιλοτιµούµενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁµολογοῦντα· ὁ δ’ ᾿Ασκληπιάδης τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινοµένου δ’ οὐδὲν αὐτῷ µέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ µὲν πρὸς ᾿Ασκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόµενον ὑποµιµνησκέτω µάχης· εἰ δὲ πρὸς ᾿Επίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ’ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁµοίων ἀρχῶν ἐχόµεναι τελέως ἀπέσβησαν, αὗται δ’ ἔτι µόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ µὲν ᾿Ασκληπιάδου Μηνόδοτος ὁ ἐµπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόµενα µάχην ὑποµιµνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα· τὰ δ’ ᾿Επικούρου πάλιν ὁ ᾿Ασκληπιάδης ἐχόµενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων. ἀλλ’ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ ταύτας ἐκµαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους κἄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι τὸ καθ’ ἑκάστην αὐτῶν ἀληθές τε καὶ ψεῦδος, οἱ µὲν ἰατροὺς ἑαυτούς, οἱ δὲ φιλοσόφους ὀνοµάζουσι µηδὲν εἰδότες. οὐδὲν οὖν θαυµαστὸν ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιµῆσθαι. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ, τοιοῦτος ἐγένετο, µὴ περιµείνας µηδὲν ἔτι παρ’ ἄλλου µαθεῖν. ἔνιοι δ’ αὐτῶν, εἰ καὶ πλείοσιν ἐντύχοιεν, ἀλλ’ οὕτω γ’ εἰσὶν ἀσύνετοί τε καὶ βραδεῖς τὴν διάνοιαν, ὥστε καὶ γεγηρακότες οὔπω συνιᾶσιν ἀκολουθίαν λόγου. πάλαι δὲ τοὺς τοιούτους ἐπὶ τὰς βαναύσους ἀπέλυον τέχνας. ἀλλὰ ταῦτα µὲν ἐς ὅ τι τελευτήσει θεὸς οἶδεν. ἡµεῖς δ’ ἐπειδή, καίτοι φεύγοντες ἀντιλέγειν τοῖς ἐν αὐταῖς ταῖς ἀρχαῖς εὐθὺς ἐσφαλµένοις, ὅµως ἠναγκάσθηµεν ὑπ’ αὐτῆς τῶν πραγµάτων τῆς ἀκολουθίας εἰπεῖν τινα καὶ διαλεχθῆναι πρὸς αὐτούς, ἔτι καὶ τοῦτο προσθήσοµεν τοῖς εἰρηµένοις, ὡς οὐ µόνον τὰ καθαίροντα φάρµακα πέφυκεν ἐπισπᾶσθαι τὰς οἰκείας ποιότητας ἀλλὰ καὶ τὰ τοὺς σκόλοπας ἀνάγοντα καὶ τὰς τῶν βελῶν ἀκίδας εἰς πολὺ βάθος σαρκὸς ἐµπεπαρµένας ἐνίοτε. καὶ µέντοι καὶ ὅσα τοὺς ἰοὺς τῶν θηρίων ἢ τοὺς ἐµπεφαρµαγµένους τοῖς βέλεσιν ἀνέλκει, καὶ ταῦτα τὴν αὐτὴν ταῖς ἡρακλείαις λίθοις ἐπιδείκνυται δύναµιν. ἔγωγ’ οὖν οἶδά ποτε καταπεπαρµένον ἐν ποδὶ νεανίσκου σκόλοπα τοῖς µὲν δακτύλοις ἕλκουσιν ἡµῖν βιαίως οὐκ ἀκολουθήσαντα, φαρµάκου δ’ ἐπιτεθέντος ἀλύπως τε καὶ διὰ ταχέων ἀνελθόντα. καίτοι καὶ πρὸς τοῦτό τινες ἀντιλέγουσι φάσκοντες, ὅταν ἡ φλεγµονὴ λυθῇ τοῦ µέρους, αὐτόµατον ἐξιέναι τὸν σκόλοπα πρὸς οὐδενὸς ἀνελκόµενον. ἀλλ’ οὗτοί γε πρῶτον µὲν ἀγνοεῖν ἐοίκασιν, ὡς ἄλλα µέν ἐστι φλεγµονῆς, ἄλλα δὲ τῶν οὕτω καταπεπαρµένων ἑλκτικὰ φάρµακα· καίτοι γ’ εἴπερ ἀφλεγµάντων γενοµένων ἐξεκρίνετο τὰ παρὰ φύσιν, ὅσα φλεγµονῆς ἐστι λυτικά, ταῦτ’ εὐθὺς ἂν ἦν κἀκείνων ἑλκτικά· δεύτερον δ’, ὃ καὶ µᾶλλον ἄν τις θαυµάσειεν, ὡς οὐ µόνον ἄλλα µὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἰοὺς ἐξάγει φάρµακα, ἀλλὰ καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ µὲν τὸν τῆς ἐχίδνης, τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δ’ ἄλλου τινὸς ἐπισπᾶται καὶ σαφῶς ἔστιν ἰδεῖν τοῖς φαρµάκοις ἐπικειµένους αὐτούς. ἐνταῦθ’ οὖν [πάλιν] ᾿Επίκουρον µὲν ἐπαινεῖν χρὴ τῆς πρὸς τὸ φαινόµενον αἰδοῦς, µέµφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας. ὃν γὰρ ἡµεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγοµεν σκόλοπα, τοῦτον ὑπὸ τῶν σµικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγµάτων, πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νοµίζειν; ἆρ’ οὖν ἤδη πεπείσµεθα τῶν ὄντων ἑκάστῳ δύναµίν τιν’ ὑπάρχειν, ᾗ τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ µὲν µᾶλλον, τὸ δ’ ἧττον; ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγµα προχειρισόµεθα τῷ λόγῳ; φανήσονται γὰρ οἶµαι καὶ τῶν γεωργῶν αὐτῶν ἀµαθέστεροι [καὶ ἀνοητότεροι] περὶ τὴν φύσιν οἱ µηδὲν ὅλως ὑπὸ µηδενὸς ἕλκεσθαι συγχωροῦντες· ὡς ἔγωγε πρῶτον µὲν ἀκούσας τὸ γιγνόµενον ἐθαύµασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. µετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡµολόγει, τὴν αἰτίαν σκοπούµενος ἐν π